(43)
ἁρμόζει δὲ ἐσθιόμενα ἀμβλυωποῦσι ταῦτα· ἐχίδνης σὰρξ ἑφθή, θύμον, κράμβης καυλοὶ ὠμοί, ῥάφανος, μάραθον, κρόμυον, κάρδαμον, καὶ πάντα καθόλου τὰ δριμέα, ὄξος σκιλλιτικόν. φυλάσσεσθαι δὲ δεῖ καὶ τὰ ἐπιτείνοντα τὰς ἀμβλυώσεις ἐσθιόμενα· ἔστι δὲ ἄνηθον καὶ τὸ σπέρμα αὐτοῦ, φακός, ἐλαῖαι μέλαιναι, θρίδαξ, πράσον κεφαλωτόν, σέλινον, ὤκιμον.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.