(240)
τὰς δὲ ἀρχομένας ἰσχιάδας ναρθηκισμὸς θεραπεύει ἄχρις ἀπαλλαγῆς, καὶ τὸ σύγχρισμα τοῦτο· σμύρνης, ἀφρονίτρου, πεπέρεως, ἰρίνου ὑποστάθμης 〈ἴσα〉, ὄξους τὸ αὔταρκες· ἢ σῦκον, νᾶπυ, νίτρον, κολοκυνθίς, ἴσα ἀφεψηθέντα καὶ συντεθέντα· ἢ θύμος ἢ θύμβρα μετὰ οἴνου καὶ ἀλφίτων, ἢ κολοκυνθίδος χλωρᾶς ὁ χυλὸς ἀναμισγόμενος, σίλφιον λεῖον ἢ πευκέδανον σὺν ἐλαίῳ ἀνατριβόμενον, σκαμμωνίας ῥίζα σὺν ἀλεύρῳ κριθίνῳ καταπλασσομένη·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.