(240)
καταπλάσσεται δὲ ἐπὶ ἰσχιαδικῶν πύρινον ἢ κρίθινον ἄλευρον ἑψηθὲν μετ’ ὀξυκράτου καὶ πίσσης, αἴρινον ἄλευρον ἑψηθὲν μετὰ μελικράτου καὶ λινοσπέρμου καὶ νίτρου καὶ σύκων ἑφθῶν, ἢ σισυμβρίου σπέρμα, κολοκυνθίδος 〈σπέρμα〉 ἴσα· μυροβάλανος σὺν μελικράτῳ καὶ αἰρίνῳ ἀλεύρῳ, τῆλις μετὰ αἰρίνου ἀλεύρου καὶ ὀποῦ συκῆς καὶ ὄξους, πίσσα σὺν ὄξει ἐν ὀθονίῳ καὶ γῦρις ἑφθή·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.