(235)
καταχριόμενα δὲ ποδάγρας καὶ ἀρθρίτιδας ὠφελεῖ καὶ καταπλασσόμενα· ἄσβεστος λεία ὄξει φυραθεῖσα καὶ ἐπιτεθεῖσα — ἐπιχρίειν δὲ δεῖ ἐλαίῳ ἢ κηρωτῇ πρὸς τὸ μὴ ἑλκοῦσθαι —, ἢ ἄσβεστος καὶ ὄστρακον ἴσα μετ’ ὄξους καὶ ῥοδίνου ἀνειλημμένα ἢ ὀξυγγίου, ὀπὸς μήκωνος μετ’ ὄξους καὶ ῥοδίνου καταχριόμενος· ποιεῖ δὲ δυσκινήτους καὶ βαρεῖς τοὺς πόδας.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.