(233)
παραλυτικοῖς δὲ ποιεῖ ποτά· καρδαμώμου 〈· α′ σὺν ὕδατι ἢ οἴνῳ, καππάρεως τοῦ ἐκ τῶν ἀπίων καρποῦ 〈· β′ σὺν οἴνῳ 〈καὶ〉 τῆς ῥίζης ὁμοίως, καστόριον ἐν ὕδατι ἢ μελικράτῳ ἢ οἴνῳ, πενταφύλλου ῥίζης χυλός, καὶ 〈τὰ〉 ἀρθριτικοῖς ἁρμόζοντα συγχρίσματα ἐπιτηδείως παραλαμβάνεται ἐπὶ παραλύσεως 〈καὶ〉 κόστος σὺν ἐλαίῳ καὶ τὰ θερμαντικὰ τῶν ἀκόπων.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.