(229)
τετανικοῖς δὲ καὶ τοῖς ἄλλοις σπωμένοις ἁρμόζει ἐν ποτῷ μὲν γλήχων μεθ’ ἁλὸς καὶ μελικράτου, ἴρεως 〈· β′ σὺν μελικράτῳ, σάρξ ἐχίνου ἐσκελετευμένη ὁμοίως, κύπρινον ἢ καστόριον· κράμβη ἐφθὴ ἐσθιομένη, ὀξαλλίδος ῥίζα σὺν οἴνῳ, ὀπὸς σιλφίου περιπλασθεὶς κηρῷ ἀντὶ καταποτίου, σέσελι, σταφυλίνου ἀγρίου ῥίζα 〈καὶ〉 σπέρμα, ἀκάνθης λευκῆς σπέρμα.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.