(226)
στρέμματα δὲ ἰᾶται καταπλασσόμενα· ἄγνου σπέρμα σὺν ἁλοὶ καὶ νίτρῳ καὶ κηρωτῇ, ἀγχούσης φύλλα σὺν μέλιτι καὶ ἀλφίτοις, ἀκάνθου τοῦ παιδέρωτος φύλλα, κνίδης φύλλα σὺν ἁλσὶ πολλοῖς, ἅλες σὺν ἀλεύρῳ καὶ μέλιτι, ἀμόργη ἑψηθεῖσα σὺν ἐρίῳ οἰσυπηρῷ ἐπιτεθεῖσα, τέφρα κληματίνη καὶ ἡ ἐκ γιγάρτων μετ’ ὄξους, ὑὸς ἄφοδος ξηρὰ μετὰ κηρωτῆς, ἀρκίου ῥίζα, ἄσβεστος σὺν πίσσῃ ἢ ὀξυγγίῳ παλαιῷ·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.