(215)
φλεγμονὰς δὲ τὰς τοῦ δακτυλίου ὠφελεῖ ἄρτος ἐκ μελικράτου καταπλασσόμενος, σόγχου χυλὸς ἐν ἐρίῳ προστεθείς, μολόχη ἑφθὴ καὶ ὠμὴ καταπλασσομένη, ἀλθαίας ῥίζα ἣν Ῥωμαῖοι ἐβίσκον καλοῦσιν ἐν μελικράτῳ ἑφθὴ ὁμοίως· ἀμαράκινον περιχριόμενον, μελίλωτον σὺν οἰσύπῳ καὶ βουτύρῳ, σιλφίου 〈ῥίζα〉 σὺν ὄξει ἐν σιδίοις ἡψημένη, πίσσα ὑγρὰ σὺν κηρίῳ ἴσα, σιδήρου ἰὸς σὺν κηρωτῇ.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.