(210)
τὰς δὲ ἐκ μυκτήρων αἱμορραγίας στέλλει ὀξύσχοινος ἐντιθεμένη λεία, κνίδης φύλλων χυλὸς ἐν μοτοῖς ἐντιθέμενος καὶ αὐτὰ 〈δὲ〉 τὰ φύλλα λεῖα κατὰ τοῦ μετώπου ἐπιτιθέμενα, χαλκῖτις, χάλκανθον κεκαυμένον· ἢ ἀνθήλη κεκαυμένη ξηρὰ ἐν μοτοῖς ἐντιθεμένη, ὁμοίως φλόμος ὁ εἰς τὰ ἐλλύχνια καὶ ἐλελισφάκου φύλλα λεῖα· βολβοὶ λεῖοι κατὰ τοῦ μετώπου καταπλασσόμενοι ἐν πράσου χυλῷ ἢ ὄξει, ὀνὶς ὁμοίως·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.