(203)
πονηρευόμενα 〈δὲ〉 ἕλκη καὶ σκληρίας κακοήθεις θεραπεύει βαλάνων δρυίνων σὰρξ λεία σὺν ὀξυγγίῳ ἐπιτεθεῖσα, δρακοντίου ῥίζης χυλὸς — καὶ πρὸς τὰ εἱλκωμένα καὶ ἡ ῥίζα ἐπιπλασθεῖσα —, ἄρου ῥίζης ὁμοίως, γαλίου φύλλα καὶ χυλὸς σὺν ὄξει, βρυωνίας λευκῆς καὶ δρακοντίου ῥίζα σὺν μέλιτι, ἐρέβινθοι ἢ ὄροβοι ἑφθοὶ σὺν μέλιτι· ἰξὸς σὺν λιβανωτῷ, καρκίνων ποταμίων ἡ τέφρα σὺν μέλιτι, κισσὸς λεῖος καταπλασσόμενος·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.