(193)
ῥαγάδας 〈δὲ〉 τὰς ἐν αἰδοίῳ ὠφελεῖ ῥητίνη φρυκτὴ σὺν ῥοδίνῳ λειωθεῖσα, ἄχρι γλοιωθῇ, μειγνυμένης καὶ ᾠοῦ λεκίθου ὀπτῆς· κισσοῦ φύλλων ξηρῶν κεκαυμένων ἡ τέφρα τριβεῖσα σὺν ἐλαίῳ ἐν μολυβῇ θυείᾳ· ποιεῖ καὶ ἐπὶ τῶν περὶ τὸν δακτύλιον συρίγγων σὺν παπυρίῳ ἐντιθεμένη.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.