(178)
ἀπουλοῖ δὲ τὰ πυρίκαυτα ἀγχούσης ῥίζα μετὰ κηρωτῆς ῥοδίνης ἢ μυρσινίνης ἑψηθεῖσα, ἀπόπατος σὺν ῥοδίνῃ κηρωτῇ προβατεία μιγεῖσα, περιστερᾶς κόπρος καεῖσα ἐν ὀθονίῳ καὶ σὺν ἐλαίῳ λεανθεῖσα· λιθαργύρου 〈· α′ καὶ ἐλαίου παλαιοῦ x̊ α′· ἕψεται πυρὶ λαμπρῷ, ἕως ἂν πυροειδὲς γένηται, καὶ καταχρίεται, ἐπάνωθεν δὲ κισσοῦ φύλλα ἐπιτίθεται· ἢ κιννάβαρι μετὰ ψιμυθίου καὶ κριθῶν κεκαυμένων ἴσα μετὰ κηρωτῆς μυρσινίνης·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.