(176)
μυρμηκίας καὶ ἀκροχορδόνας καὶ θύμους αἴρει μετὰ κηρωτῆς ἄσβεστος λεία, διψάκου ῥίζα καταπλασσομένη λεία, ἐλατήριον μετὰ ἁλῶν λεῖον προσψαυόμενον, ἐρέβινθοι ἑφθοὶ λεῖοι καταπλασσόμενοι· φασὶ δὲ ὅτι εἴ τις κατὰ νεομηνίαν ἑκάστης ἐξοχῆς ψαύων ἑνὶ ἐρεβίνθῳ καὶ τοῦτον ἐνδεσμεύων ὀθονίῳ εἰς τοὐπίσω ῥίπτοι, ἀποπίπτειν αὐτὰς αὐτομάτας ἢ ἀφανεῖς γίνεσθαι.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.