(170)
ἕρπητας δὲ ὠφελεῖ μὲν καὶ τὰ πρὸς ἐρυσιπέλατα ἀναγεγραμμένα καὶ μάλιστα ὅσα ἐπιτεταμένως στύφει κατάχριστα καὶ καταπλάσματα· ἰσάτεως φύλλα λεῖα σὺν ὕδατι καταπλασσόμενα, βάτου φύλλα ὁμοίως, ἀπόπατος αἰγὸς σὺν ὄξει ἐπιπλασσομένη, [ἢ] βηχίου φύλλα σὺν ὕδατι, μυρσίνης φύλλα σὺν ἀλφίτῳ, πενταφύλλου ῥίζα σὺν ἀλφίτῳ. σφονδύλιον λεῖον σὺν πηγάνῳ καὶ ὄξει.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.