(166)
ἀνάγει δὲ ὀστέα καὶ ἀφίστησι· πάνακος ῥίζα ξηρὰ ἐπιτιθεμένη καὶ ἀριστολοχείας ὁμοίως, βρυωνίας λευκῆς ἢ μελαίνης ῥίζα ὁμοίως, ἶρις ξηρά, ὀρόβινον ἄλευρον, συκῆς φύλλα καὶ κράδαι ἁπαλαὶ σὺν μήκωνος ἀγρίας φύλλοις καταπλασσόμένα· λινόσπερμον σὺν ἀνήσσῳ, ἶρις σὺν χαλκάνθῳ καὶ Κενταυρείῳ, πευκεδάνου ῥίζα, χάλκανθος σὺν ὑοσκυάμου σπέρματι, χαμαιλέων μέλας.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.