(154)
χοιράδας 〈δὲ〉 διαφορεῖ ἄσβεστος μέλιτι ἢ γλοιῷ ἀναλημφθεῖσα ἢ ἐλαίῳ ἢ ὀξυγγίῳ καὶ ἐπιτεθεῖσα· ἄσφαλτος μετὰ γλοιοῦ, ἀπόπατος αἰγὸς ἐν ὄξει ἢ οἴνῳ ἑψηθεῖσα θερμὴ ἐπιτιθεμένη ὁμοίως· ἀρνόγλωσσον μετὰ ἁλῶν καταπλασσόμενον, ἀδίαντον ὁμοίως, ἀλθαία ἐν οἴνῳ ἑφθή, κρίθινον ἄλευρον ἐν πίσσῃ καὶ οὔρῳ παιδὸς ἀφθόρου καὶ ἐλαίῳ καὶ κηρῷ ἑψηθέν·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.