(149)
διαφορεῖ δὲ φύματα καταπλασσόμενα 〈λεῖα〉· ἀδίαντον, ἀνδράφαξυς, ταύρου αίμα σὺν ἀλφίτῳ, ἀκτῆς ῥίζα, ἑλξίνης ὁμοίως· ἀλθαίας ῥίζα ἐν οἴνῳ ἑψηθεῖσα. ὑοσκυάμου φύλλα σὺν ἁλσὶ λεῖα, βρυωνίας ῥίζα λευκῆς καὶ μελαίνης μετὰ πάλης ἀλφίτου, σικύου ἀγρίου ῥίζα ὁμοίως· Ἀμμωνιακὸν μετὰ μέλιτος μαλαχθὲν καὶ ἐπιτεθέν, ἀπόπατος βοὸς ἐν ὄξει θερμανθεῖσα καὶ ἐπιτεθεῖσα, ἀρνόγλωσσον μετὰ ἀλῶν λεῖον·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.