(135)
σβέννυσιν δὲ 〈γάλα〉 καὶ μετὰ τοὺς τόκους ἄλευρον κυάμινον καθ’ ἑαυτὸ καὶ σὺν ἀλφίτῳ καταπλασθέν, Κιμωλία σὺν ὄξει καταχριομένη ἢ ὕδατι καὶ ῥοδίνῳ, στυπτηρία ὑγρὰ σὺν ὕδατι ὀξυροδίνου μειγνυμένου· γῆς Σαμίας ὁ ἀστήρ, γῆ Μηλία ὁμοίως, γάλα γυναικεῖον μετὰ κωνείου χυλοῦ καταπλασσόμενον, τρὺξ ὄξους ἢ οἴνου μετὰ ἀλφίτου καταπλασθεῖσα, ὑοσκυάμου σπέρμα μετὰ οἴνου λεῖον ὁμοίως· θάλασσα καταντλουμένη, κωνείου φύλλα καταπλασσόμενα, ἅλμη πυριωμένη, κάρυα βασιλικὰ καταπλασσόμενα.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.