(133)
μαστοὺς δὲ οὐκ ἐᾷ αὔξεσθαι ἐπὶ παρθένων μάλιστα καταπλασσόμενα· κωνείου σπέρμα ἔγχυλον λεῖον ὀθονίου προυποτιθεμένου, καὶ ἡ πόα δὲ ὁμοίως· στυπτηρία ὑγρὰ σὺν μέλιτι, ἰὸς σιδήρου σὺν ἐλαίῳ, ἐπιμηδίου φύλλα καταπλασσόμενα ὁμοίως· ἀκόνης Ναξίας τοῦ πρὸς αὐτὴν ἀκονηθέντος σιδήρου τὸ ἀπότριμμα μετ’ ὄξους καταχριόμενον.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.