(129)
τὰς προσφάτους δὲ θεραπεύει τριφύλλου ῥίζα σὺν ὄξει καταπλασσομένη, [ἢ] πήγανον σὺν μέλιτι καὶ στυπτηρίᾳ ὁμοίως· πίσσα ὑγρὰ σὺν ἴσῳ κηρῷ καὶ ῥητίνῃ καὶ θείῳ τακεῖσα ὡς ἔμπλαστρος· πρασίου φύλλα ἑψηθέντα σὺν ὄξει καὶ καταπλασθέντα, πτελέας φύλλα ἢ κλαδία ὁμοίως, ῥοὰ σὺν ὄξει καταχριομένη· σκαμμωνίας ὀπὸς ἑψηθεὶς σὺν ὄξει, ἄχρις ἂν μελιτώδης γένηται, καταχριόμενος·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.