(122)
ἰδίως δὲ ἰόνθους αἴρει κρίνου ῥίζα ἐν σμήγματι, κυκλαμίνου ῥίζα σὺν μέλιτι, ναρκίσσου ῥίζα ὁμοίως· σηπίας ὀστράκου [ὁμοίως] κεκαυμένου μέρη β′, βαλάνου μυρεψικῆς μέρος α′, λεῖα σὺν ὕδατι καταχριόμενα, καὶ ξηραινόμενα δὲ νότιζε, μετὰ δὲ ἓξ ἡμέρας πυρία· ἄλευρον σητάνιον μετ’ ἐλαίου καταπλασθέν, γλήχων κηρωτῇ ἀναλημφθεῖσα, σμύρνα μετὰ κασσίας καὶ μέλιτος, κρομύου χυλὸς σὺν σποδίῳ, μολύβδαινα σὺν ὄξει, σῶρι σὺν ὄξει κεκαυμένον.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.