(107)
τὰς δὲ τῆς κεφαλῆς καὶ ὅλου τοῦ σώματος γινομένας φθειριάσεις τούτοις θεραπευτέον συγχρίοντας· σταφίδι ἀγρίᾳ ἢ σανδαράκῃ σὺν ἐλαίῳ, ἢ κισσοῦ χυλῷ σὺν μέλιτι Σινωπίδι σὺν ὄξει, κεδρίᾳ καθ’ ἑαυτήν, ὀρρῷ πίσσης μετὰ στυπτηρίας, δαφνίδων πιέσματι, ἐλαίῳ ῥαφανίνῳ ἢ νίτρῳ ἢ ἀφρονίτρῳ μετὰ Σαμίας γῆς καὶ ἐλαίου, ἑλξίνης χυλῷ δι’ ὅλης τῆς νυκτὸς καταχριομένῳ, μυρίκης ἀφεψήματι ἢ θαλάσσῃ θερμῇ λούοντας. ὠφελοῦνται δὲ πίνοντες κόριον λεῖον σὺν ὀριγάνῳ καὶ οἴνῳ.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.