γὰρ κατὰ σταλαγμὸν διηθουμένων ὑγρῶν εἴς τινας ὑπονόμους συνίσταται, ὅθεν καὶ σταλακτὸν τὸν καλεῖται ὑπὸ τῶν τὰ Κυπριακὰ μέταλλα ἐργαζομένων. τὸ δ᾿ ἀφθόνως ὑετιζόμενον ἐν σπηλαίοις, ἔπειτα μεταχεόμενον εἰς βόθρους τὴν πῆξιν λαμβάνει, ὃ δὴ καὶ πηκτὸν ἰδίως ὀνομάζεται.
μὲν ἑφθόν, σκευάζεται δὲ ἐν Σπανίᾳ. σκευὴν δὲ ἔχει τοιαύτην,. ἀχρούστατόν τε καὶ ἀσθενέστατον ὑπάρχον· ὕδατι διέντες αὐτὸ ἕψουσιν, εἰς τὰς δεξαμενάς τε κατεράσαντες ἐῶσι· 1 2 3 4 τοῦτο δὲ πήγνυται τεταγμέναις ἡμέραις εἰς πολλὰ διαιρούμενον κυβοειδῆ σχήματα βοτρυδὸν ἀλλήλοις προσεχόμενα.
καλούμενον· ἐχόμενον δὲ τὸ πηκτόν, τὸ δὲ ἑφθὸν πρὸς μὲν βαφὰς καὶ μελάσματα εὐδοκιμεῖ, πρὸς δὲ ἰατρικὴν χρῆσιν ἀσθενέστατον ἡ πεῖρα δεικνύει.
ἐκλειχόμενον, ἐμέτους τε κινεῖ, καὶ μύκητας λαβοῦσι βοηθεῖ ποθὲν ἐν ὕδατι, κεφαλήν τε καθαίρει ἀνεθὲν ὕδατι καὶ διʼ ἐρίου ῥινεγχυτούμενον. καίεται δὲ ὡς ὑποδείξομεν αὐτίκα ἐπὶ τῆς χαλκίτεως.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.