τὸ μὲν ἐπαιωρούμενον καὶ καθαρὸν ὑγρὸν ἀπηθητέον, τὸ δὲ γλοιῶδες εἰς ἀγγεῖον ἐγχυτέον καὶ ξηραντέον ἐν ἡλίῳ.
ἄμεινον δέ ἐστι τὸ πρῶτον ἀποσησθέν, ὃ καὶ εἰς τὰς ὀφθαλμικὰς παραλημπτέον δυνάμεις, δευτερεύει δὲ τὸ ἐχόμενον καὶ κατὰ τάξιν τὰ λοιπά.
δὲ καὶ χειμῶνος, τῶν πιθακνῶν ὑπεράνω τῶν ἰπνῶν τῶν βαλανείων τιθεμένων ἢ καμίνων· ἡ γὰρ ἀναφερομένη θερμασία τὸ αὐτὸ δρᾷ τῷ ἡλίῳ. κάλλιστον δὲ ἡγητέον τὸ ἐν Ῥόδῳ σκευασθὲν ἢ ἐν Κορίνθῳ ἢ ἐν Λακεδαίμονι, δευτερεύει δὲ τὸ ἐκ Δικαιαρχίας.
πεπυρωμένων θεὶς ὄστρακον καινόν, μάλιστα Ἀττικόν, ἔμπασον λεῖον τὸ ψιμύθιον καὶ κίνει συνεχῶς· ὅταν δὲ τῇ χρόᾳ ἔνσποδον ὑπάρχῃ, ἀνελόμενος ψῦχε καὶ χρῶ. καῦσαι δὲ θέλων εἰς λοπάδα κοίλην λεῖον ἀπόδος, ἐπιθείς τε ἐπὶ τοὺς ἄνθρακας νάρθηκι κίνει, ἕως ἂν τὴν χρόαν ἐοικὸς σανδαράκῃ γένηται
καὶ ἀνελόμενος χρῶ.
καὶ τροχίσκοις· ἐστι δὲ καὶ τῶν ἀναιρετικῶν.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.