ὁλοσχερῶς συνθλάσας βάλε, καὶ μεθ᾿ ἡμέρας τινὰς διυλίσας χρῶ· πότιζε δὲ κύαθον ἕνα πρὸς κοιλίας λύσιν μεθ᾿ ὕδατος ἐκ βαλανείου, ἐμημεκόσιν ἀπὸ δείπνου.
εἶτα ἀπηθήσας πότιζε τρία ἡμικοτύλια. ἢ εἰς γλεύκους κεράμιον θαλάττης πελαγίας ἡψημένης ξέστας β´, ἐλλεβόρου λευκοῦ λίτρας τὸ ἥμισυ ἔμβρεχε ἡμέρας τεσσαράκοντα καὶ ἀπηθήσας χρῶ. ἢ ἐλλεβόρου ⋖ ιβ´, ἀφρονίτρου δραχμάς τέσσαρας, γλεύκους κοτύλας ιβ´ βρέχε ἐπὶ ἡμέρας δέκα πέντε καὶ ἀπηθήσας
χρῶ μετὰ μῆνας ἕξ· τοῦτο καὶ βρέφη ἐκτιτρώσκει.
ἐκ τοκετῶν καὶ ἐκ τρωσμῶν· φθείρει δὲ καὶ ἔμβρυα, καὶ πρὸς τὰς ὑστερικὰς πνίγας ποιεῖ.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.