φύρασον γλυκεῖ, καὶ ποιήσας εὐμεγέθεις μάζας βάλε εἰς γλεύκους αὐστηροῦ ξέστας εἴκοσι καὶ ἔασον ἡμέρας μ΄, σφηκώσας τὸ ἀγγεῖον, εἶτα διυλίσας ἀποτίθεσο. ἢ καλάμου ὁλκὰς 𝔮΄, φοῦ δραχμὰς ἑπτά, κόστου δραχμάς β´, νάρδου Συριακῆς δραχμάς 𝔮´, κασσίας δραχμὰς η´, κρόκου δραχμὰς δ´, ἀμώμου δραχμάς ε´,
ἀσάρου δραχμὰς δ´, λειώσας καὶ ἐν ὀθονίῳ δήσας χάλασον εἰς πετρητὴν γλεύκους, καὶ μετὰ τὸ ἀποζέσαι τὸν οἶνον μετάγγιζε.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.