μη΄ ξέσταις τῷ Ἰταλικῷ κεραμίῳ γλεύκους μείξαντες ἀψινθίου Ποντικοῦ λίτραν μίαν ἕψουσι, μέχρι τὸ τρίτον ἀπολειφθῇ· ἔπειτα προσεπιχέαντες γλεύκους ξέστας ἐνενήκοντα καὶ ἀψινθίου ἡμίλιτρον καὶ ἐπιμελῶς μείξαντες καταγγίζουσι, κατασταθέντα δὲ διυλίσαντες ἀποτιθέασιν. οἱ δὲ μνᾶν ἀψινθίου
τῷ μετρητῇ τοῦ γλεύκους ἐμβρέχουσιν ἐπὶ μῆνας τρεῖς· οἱ δὲ μνᾶν ἀψινθίου εἰς τὸ κεράμιον καθιᾶσι, κόψαντες καὶ ἐνδήσαντες εἰς ὀθόνιον ἀραιὸν ἐπὶ μῆνας δύο.
στόμαχον, καὶ πρὸς ὑποχονδρίων τάσιν χρόνιον καὶ ἐμπνευματώσεις, ἕλμινθας στρογγύλας, ἔμμηνα ἐπεχόμενα, πρός τε ἰξίας πόσιν πλεῖστος ποθεὶς καὶ ἐξεμούμενος ἁρμόζει.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.