οἱ μὲν γὰρ εὐθέως μετὰ τὸ τρυγηθῆναι τὴν σταφυλὴν μειγνύουσι θάλασσαν, οἱ δὲ προθειλοπεδεύουσι καὶ οὕτω πατοῦσι μειγνύντες θάλασσαν, οἱ δὲ σταφιδώσαντες τὴν σταφυλὴν βρέχουσιν ἐν πίθοις μετὰ θαλάσσης καὶ οὕτω πατοῦντες ἐκθλίβουσι· γίνεται δὲ ὁ τοιοῦτος γλυκύς.
τὴν πόσιν αὐστηρότεροι σκευαζόμενοι ποιοῦσι καὶ πρὸς πυρετῶν ἀνασκευήν, εἰ μή γε παρεῖεν Ἀμινναῖοι, καὶ πρὸς κοιλίας ὑπαγωγήν, καὶ ἐμπύοις καὶ σκληροκοιλίοις καὶ ὅσοι ὑπὸ τῶν Ἀμινναίων ψαύονται κεφαλῆς· κακοστόμαχοι μέντοι καὶ οὗτοι καὶ πνευμάτων γεννητικοί.
οἱ διὰ τῶν κυδωνίων καὶ ἀπίων καὶ κερατίων, ἔτι καὶ μύρτων σκευαζόμενοι.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.