εἰς ξέστας ἄξους καλοῦ ιβ΄ καὶ ἔα ἐν ἡλίῳ ἡμέρας ἐξήκοντα βρέχεσθαι, πωμάσας ἐπιμελῶς τὸ ἀγγεῖον· μετὰ δὲ ταῦτα ἀνελόμενος τὴν σκίλλαν καὶ ἐκπιέσας, αὐτὴν μὲν ῥῖψον, τὸ δὲ ὄξος ὑλίσας κατάγγιζε καὶ ἀποτίθεσο.
τοῦ ξηρᾶναι τὸν ἴσον σταθμὸν βάλλουσι καὶ ἐῶσι μῆνας q΄ γίνεται δὲ τὸ τοιοῦτον τμητικώτερον.
δὲ τόν τε βρόγχον στερεὸν καὶ τυλώδη ποιεῖ καὶ τὸν ἦχον εὔτονον καὶ λαμπρὸν ἀποτελεῖ.
δὲ καὶ τοὺς λίαν ἀσθενεῖς, καὶ τὸ σῶμα ὑγιεινὸν καὶ εὔχρουν κατασκευάζει. ἐστι δἐ καὶ ὀξυδερκές, καὶ πρὸς δυσηκοίαν 1 2 3 4 κοίαν ἐνστῆναι δυνατόν, ἐὰν ἐγχυματίζηται· καὶ καθόλου δὲ πρὸς ἅπαντα ἐνεργεῖ πλὴν ἑλκώσεως τῶν ἐντός. δίδου δὲ καθʼ ἡμέραν ῥοφεῖν νήστει τὴν μὲν ἀρχὴν ὀλίγον, κατὰ βραχὺ δὲ παραύξων ἄχρι κυάθου· τινὲς δὲ κυάθους δύο διδόασιν ἢ καὶ πλεῖον.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.