καῦσιν δὲ ἔχουσι τὴν αὐτὴν τῷ ἀλκυονίῳ. δύναται δὲ ὁ καινός τε καὶ ἀλιπὴς τραυματικός τε εἶναι καὶ οἰδήματα στέλλειν καὶ τὰ νεότρωτα κολλᾶν σὺν ὕδατι ἢ ὀξυκράτῳ, σὺν μέλιτι δὲ ἑφθῷ καὶ παλαιοὺς κόλπους παρακολλᾶν· ὁ δὲ παλαιὸς ἄχρηστος.
ἕλκη καὶ τύλους ἐσκελετευμένοι ἐντιθέμενοι λίνῳ, καὶ αὐτοὶ ξηροὶ παρεντιθέμενοι ὥσπερ μοτά. τὰ δὲ ῥευματικὰ ὑπόνομα καὶ χρόνια ἕλκη ἐξικμάζουσιν ἐπιτιθέμενοι ἄνικμοι καὶ κενοί, ἐπέχουσι δὲ καὶ αἱμορραγίας σὺν ἄξει. οἱ δὲ κεκαυμένοι εὔθετοι πρὸς ξηροφθαλμίας καὶ ὅπου δεῖ σμῆξαι ἢ στῦψαί
τι· βέλτιον δὲ ποιοῦσι πλυθέντες εἰς τὰ ὀφθαλμικά. σὺν δὲ πίσσῃ καέντες πρὸς αἱμορραγίαν ἁρμόζουσι.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.