φύλλα, στυπτικὰ καὶ ψυκτικὰ ὄντα· καὶ ὁ ἐξ αὐτῶν δὲ χυλὸς ποθεὶς ὠφελεῖ δυσεντερικοὺς καὶ αἱμοπτοικοὺς καὶ στομαχικοὺς καὶ κισσώσας, καὶ ἀποβραχεῖσαι δὲ αἱ ἕλικες ἐν ὕδατι καὶ ποθεῖσαι τὰ αὐτὰ ποιοῦσι.
πινόμενον σὺν οἴνῳ· ἰᾶται δὲ καὶ λειχῆνας λέπρας ψώρας 1 2 3 καταχριόμενον· δεῖ δὲ προεκνιτροῦν τὸν τόπον. σὺν ἐλαίῳ δὲ ἐπιχριόμενον συνεχῶς ψιλοῖ τρίχας, καὶ μάλιστα τὸ ἀπὸ τοῦ χλωροῦ κοιομένου κλήματος ἀφιδρούμενον, ὃ καὶ μυρμηκίας ἐπιχριόμενον ἐκβάλλει. ἡ δὲ ἐκ τῶν κλημάτων καὶ στεμφύλων τέφρα τὰ περὶ δακτύλιον ἀφαιρεθέντα κονδυλώματα καὶ θύμια
σὺν ὄξει καταπλασθεῖσα θεραπεύει καὶ στρέμματα, καὶ ἐχεοδήκτοις βοηθεῖ καὶ σπληνὸς φλεγμονῇ σὺν ῥοδίνῳ καὶ πηγάνῳ καὶ ὄξει καταπλασσομένη.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.