καὶ εὐῶδες, καρπὸν μικρόν, οὐκ ἄχρηστον, ῥίζας πέντε ἡ ἕξ, δακτύλου τὸ πάχος, λευκάς, μαλακάς, γλυκείας ἰσχυρῶς, ὧν ὁ χυλὸς ἑψηθεὶς σὺν οἴνῳ καὶ μέλιτι συμμέτρῳ καὶ σμύρνης ἡμίσει μέρει, πεπέρεως δὲ καὶ λιβανωτοῦ τῷ τρίτῳ φάρμακόν ἐστι πρὸς ὀφθαλμοὺς ἄριστον· ἀποτίθεται δὲ ἐν χαλκῇ πυξίδι.
τὸ δὲ ἀφέψημα τῶν ῥιζῶν ποιεῖ πρὸς ἃ καὶ αὐτή· τὸ δὲ σπέρμα ταύτης ἰσχυρῶς οὐρητικὸν καὶ ἐμέτων καὶ κοιλίας ῥεούσης στατικόν.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.