εὐώδη, ἡδεῖαν βρωθῆναι. ἥτις πινομένη σὺν οἴνῳ φαλαγγιοδήκτοις βοηθεῖ, καθαίρει δὲ ἔμμηνα καὶ λοχεῖα, καθεψηθεῖσα δὲ ἐν ῥοφήμασιν ὠφελίμως φθισικοῖς δίδοται. ἱστοροῦσι δὲ ἔνιοι πινομένην αὐτὴν καθʼ ἡμέραν δὶς ἢ τρὶς σὺν οἴνῳ ἐν λοιμικαῖς καταστάσεσι βοηθεῖν πρὸς τὸ ἄνοσον διαμένειν.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.