ἠπιάλοις τε χρήσιμος καὶ πρὸς τοὺς ἐν ὁδοῖς κρυμοὺς σὺν πεπέρει καὶ οἴνῳ πίνεται· δίδοται δὲ καὶ αἰξὶ καὶ τοῖς λοιποῖς κτήνεσι ποτὸν πρὸς εὐτοκίαν.
1 2 3 4 5 6 7 θάμνος δὲ μέγας κλήμασιν ὡς διπήχεσιν, ἐφʼ οὖ κλάδοι σπιθαμιαῖοι, κεφάλια δὲ ὡς ἀνήθου, σπέρμα δὲ μέλαν, πυκνὸν ὡς πυρός, δριμύτερον δὲ καὶ εὐωδέστερον τοῦ Μασσαλιωτικοῦ, ἡδὺ ἰσχυρῶς· δύναται δὲ τὰ αὐτά.
τραχύτερα δὲ καὶ παχύτερα, καυλὸν μείζονα τοῦ Μασσαλιωτικοῦ, ναρθηκοειδῆ, ἐπʼ ἄκρου δὲ σκιάδιον πλατύ· ἐν δὲ τούτῳ καρπὸς πλατύτερος καὶ σαρκωδέστερος καὶ εὐωδέστερος. δύναμιν δὲ τὴν αὐτὴν ἔχει. φύεται δὲ ἐν τραχέσι τόποις καὶ ἐφύδροις καὶ γεωλόφοις· γεννᾶται δὲ καὶ ἐν τῇ Ἴδῃ.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.