ἐμμήνων ἀγωγὰ ἐσθιόμενά τε καὶ πινόμενα κοιλίαν ἵστησι καὶ τῶν φθαρτικῶν φαρμάκων ἐστὶν ἀντίδοτος ὅσον ὀξύβαφον τοῦ σπέρματος ποθέντος μετʼ οἴνου· καὶ προβρωθέντα δὲ τὰ φύλλα καθʼ ἑαυτὰ καὶ μετὰ καρύων βασιλικῶν καὶ σύκων ξηρῶν ἄπρακτα καθίστησι τὰ θανάσιμα | καὶ πρὸς ἑρπετὰ ἁρμόζει ὁμοίως λαμβανόμενα
γονήν τε σβέννυσιν ἐσθιόμενον καὶ πινόμενον.
2 3 4 5 6 ἀλγήματα ἰσχίων, ἄρθρων, ῥίγη περιοδικὰ πινόμενον ὡς προείρηται· καὶ πρὸς ἐμπνευματώσεις δὲ κόλου καὶ ὑστέρας καὶ ἀπευθυσμένου σύν ἐλαίῳ ἑψηθὲν καὶ ἐνεθὲν πνίγας τε ὑστερικὰς λεῖον μετὰ μέλιτος κατὰ τοῦ αἰδοίου ἄχρι δακτυλίου ἐπιτεθὲν παραιτεῖται.
ποθὲν ἕλμινθας ἐκτινάσσει· καταπλάσσεται δὲ καὶ πρὸς ἄρθρων ἀλγήματα σύν μέλιτι, σύν δὲ σύκῳ πρὸς ὕδρωπας ὑποσαρκιδίους· καὶ πινόμενον δὲ βοηθεῖ τούτοις καθεψηθὲν ἐν οἴνῳ ἄχρις ἡμίσους. ἐστι δὲ καὶ ἀξυωπὲς ἐσθιόμενον ὠμὸν καὶ ταριχευτὸν καὶ τὰς ἐν ὀφθαλμοῖς περιωδυνίας σὺν ἀλφίτοις καταπλασθὲν
πραύνει, σὺν ῥοδίνῳ δὲ καὶ ὄξει κεφαλαλγοῦσι βοηθεῖ καὶ αἱμορραγίας τάς ἐκ μυκτήρων λεῖον ἐντεθὲν ἵστησι. τὰς δὲ τῶν διδύμων φλεγμονὰς σὺν δάφνης φύλλοις καταπλασθὲν ὠφελεῖ καὶ τὰ ἐξανθήματα σὺν μυρσίνη κηρωτῇ·
μετὰ τῶν αὐτῶν θύμους καὶ μυρμηκίας αἴρει, | ὠφελεῖ καὶ λειχῆνας σὺν μέλιτι καὶ στυπτηρίᾳ ἐπιτιθέμενον. ὁ δὲ χυλὸς ποιεῖ πρὸς ὠταλγίαν ἐν σιδίῳ θερμαινόμενος καὶ ἐγχεόμενος καὶ ἀμβλυωπίαις βοηθεῖ μετά μαράθου χυλοῦ καὶ μέλιτος ἐγχριόμενος 7 8 ἐρυσιπέλατά τε καὶ ἕρπητας καὶ ἀχῶρας σὺν ἴξει καὶ ψιμυθίῳ καὶ ῥοδίνῳ καταχριόμενος, ἰᾶταί τε τὰς ἀπὸ σκόρδων καὶ κρομύων ὀσμὰς καὶ δριμύτητας παύει ἐπιμασηθέν.
εἰς τάς ἁλμεύσεις συλλεγόμενον φοινίσσει καὶ φυσᾷ τὸν χρῶτα σὺν κνησμῷ καὶ φλεγμονῇ σφοδρᾷ· δεῖ δὲ προαλειψαμένους τὸ πρόσωπον καὶ τὰς χεῖρας οὕτως συλλέγειν. φασὶ δὲ τὸν χυλὸν ἐπιρρανθέντα ὄρνιθι ἀπερύκειν τοὺς αἰλούρους. τὸ δʼ ἐν Μακεδονίᾳ φυόμενον παρὰ τὸν Ἁλιάκμονα ποταμὸν ἀναιρεῖν
φασι βρωθέν· ὀρεινὸς δὲ ὁ τόπος ὑπάρχει καὶ ἐχιδνῶν πλήρης. τὸ δὲ σπέρμα αὐτοῦ πινόμενον πρὸς τὰ ἐντὸς ποιεῖ καὶ ἀντιδότοις μείγνυται χρησίμως.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.