τόποις, ὅθεν καὶ κομίζεται. ῥίζα μέλαινα, κενταυρείῳ 1 2 3 4 5 6 7 τῷ μεγάλῳ ἐοικυῖα, μικροτέρα μέντοι καὶ ἐνερευθεστέρα, ἄνοσμος, χαύνη, ὑπάκουφος. ἐστι δὲ αὐτοῦ κράτιστον τὸ ἀτερηδόνιστον ἔγγλισχρόν τε κατὰ τὴν γεῦσιν μετʼ ἀνειμένης στύψεως διαμασηθέν τε ἔνωχρον καὶ κροκίζον ποσῶς τῳ χρώματι.
ἄληγμα παντοῖον, σπάσματα, ῥήγματα, σπληνικούς, ἡπατικούς, νεφριτικούς, στροφουμένους καὶ τὰ περὶ κύστιν καὶ θώρακα καὶ ὑποχονδρίων ἐντάσεις καὶ τὰ περὶ ὑστέραν πάθη, ἰσχιάδας, αἵματος πτύσεις, ἄσθματα, λυγμούς, δυσεντερίας, κοιλιακὰς διαθέσεις, περιόδους, θηρίων δήγματα.
ὁμοίως τῳ ἀγαρικῷ πρὸς ἕκαστον πάθος, τῇ αὐτῇ ῥλκῇ καὶ ὑγροῖς χρώμενος. αἴρει δὲ καὶ πελιώματα καὶ λειχῆνας μετʼ ὄξους καταχρισθὲν καὶ φλεγμονὰς πάσας διαχεῖ χρονίας σὺν ὕδατι καταπλασσόμενον. ἡ δὲ ἀνωτάτη δύναμις αὐτοῦ στυπτικὴ μετὰ ποσῆς θερμασίας.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.