οὖσα κατασπᾷ δὲ καὶ γάλα συνεψηθεῖσα μαράθου σπέρματι καὶ ῥοφουμένη. ἔστι δὲ ἡ κριθὴ οὐρητική, σμηκτική, φυσώδης, κακοστόμαχος, συμπεπτικὴ οἰδημάτων.
καὶ ῥητίνης καὶ περιστερᾶς κόπρου, σὺν μελιλώτῳ δὲ καὶ κωδίαις μήκωνος ἀνωδυνίαν παρέχει τοῖς πλευράν ἀλγοῦσι. καταπλάσσεται δὲ καὶ πρὸς ἐμπνευματώσεις ἐντέρων μετὰ λινοσπέρμου καὶ τήλεως καὶ πηγάνου, μετὰ πίσσης δὲ ὑγρᾶς καὶ κηροῦ καὶ οὔρου παιδὸς ἀφθόρου καὶ ἐλαίου χοιράδας ἐκπέττει.
σὺν μυρσίνῃ δὲ ἢ οἴνῳ ἢ ἀχράσιν ἢ βάτῳ ἢ σιδίοις κοιλίας ῥεύματα ἵστησι, σὺν κυδωνίῳ δὲ ἢ ὄξει ποδαγρικάς φλεγμονὰς ὠφελεῖ.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.