δὲ αἴγειον ἧττον κοιλίας ἅπτεται διὰ τὸ τὰς αἶγας στυφούσῃ νομῇ τὸ πλεῖστον χρῆσθαι, σχίνῳ καὶ δρυὶ καὶ θαλλῷ καὶ τερεβινθίνη, ὅθεν καὶ εὐστόμαχον τυγχάνει. τὸ δὲ προβάτειόν ἐστι παχύ τε καὶ γλυκὺ καὶ λιπαρόν, οὐχ οὕτως δὲ εὐστόμαχον. τὸ μέντοι ὄνειον καὶ βόειον καὶ ἵππειον εὐκοιλιώτερα καὶ
ταρακτικὰ γίνεται.
γάλα ἀναλυτικὸν στομάχου καὶ ναυτίας ποιητικὸν κατασκευάζουσιν. 1 2 3 4 5 6 ἑψηθὲν δὲ πᾶν γάλα στεγνωτικὸν γίνεται κοιλίας, καὶ μάλιστα τὸ διαπύροις κόχλαξιν ἐξικμασθέν. κοινῶς δὲ δοκεῖ βοηθεῖν ταῖς ἐντὸς ἑλκώσεσι, μάλιστα δὲ βρόγχον, πνεύμονος, ἐντέρων, νεφρῶν, κύστεως, καὶ πρὸς τοὺς τῆς ἐπιφανείας κνησμούς, ἐξανθήματα, κακοχυμίας.
ὠμοῦ καὶ ὕδατος ὀλίγου συνανακραθέντος, μειγνυμένων καὶ ἁλῶν. ἀφυσότερον δὲ γίνεται ἀποζεσθὲν ἅπαξ. τὰ δὲ τῆς κοιλίας μεθʼ ἑλκώσεως ῥεύματα μέχρι ἡμίσεως τοῖς κόχλαξιν ἑψηθὲν ὠφελεῖ.
πρὸς κάθαρσιν εὐτονωτέραν ἁρμόζει, διδόμενος ἐφʼ ὧν δίχα δριμύτητος ἔκκρισιν βουλόμεθα ποιήσασθαι, ὡς ἐπὶ μελαγχολικῶν, ἐπιλημπτικῶν, λεπριώντων, ἐλεφαντιάσεως, ἐξανθημάτων τῶν περὶ ὅλον τὸ σῶμα.
νεοτμήτῳ, καὶ μετὰ τὸ ζέσαι δὶς ἢ τρὶς ἐπιρραίνεται ὀξυμέλιτος κύαθος πρὸς ἑκάστην κοτύλην τοῦ γάλακτος· οὕτως γὰρ διορίζεται ὁ ὀρρὸς τοῦ τυρώδους. δεήσει δὲ πρὸς τὸ μὴ ὑπερζεῖν τὸ γάλα ἐν τῇ ἑψήσει σπόγγῳ ἐκ ψυχροῦ συνεχῶς ἀποψᾶν τὸ χεῖλος τῆς χύτρας καὶ ξέστην ἀργυροῦν πλήρη ὕδατος ψυχροῦ
καθιέναι. ποτίζεται δὲ ὁ ὀρρὸς ἐκ διαστήματος κατὰ κοτύλην μίαν ἄχρι πέντε κοτυλῶν, ἐν δὲ τοῖς μεταξὺ διαστήμασι περιπατείτωσαν οἱ πίνοντες.
στόματος καὶ παρισθμίων εἰς ἀναγαργάρισμα. ἰδίως δὲ τὸ ὄνειον διακλυζόμενον οὔλα καὶ ὀδόντας κρατύνει, τοὺς δὲ τῆς κοιλίας μεθʼ ἑλκώσεως ῥευματισμοὺς καὶ τεινεσμοὺς προβάτειον ἢ βόειον ἢ αἴγειον ἵστησιν ἑψηθὲν διὰ κοχλάκων. ἐγκλύζεται δὲ καὶ καθʼ ἑαυτὸ καὶ μετὰ πτισάνης ἡ χόνδρου χυλοῦ,
ἱκανῶς πραῦνον τὴν τῶν ἐντέρων δῆξιν· ἐγκλύζεται καὶ μήτρᾳ εἱλκωμένῃ.
λείῳ ἐνστάζεται τοῖς ἐκ πληγῆς αἱμαχθεῖσιν ὀφθαλμοῖς, καὶ ποδαγρικοὺς ὠφελεῖ σὺν κωνείῳ καὶ κηρωτῇ καταχριόμενον. ἄθετον δὲ πᾶν γάλα σπληνικοῖς, ἡπατικοῖς, τοῖς τὸ νευρῶδες πεπονθόσι, πυρέσσουσι, κεφαλαλγοῦσι, σκοτωματικοῖς, ἐπιλημπτικοῖς, εἰ μή ποτε καθάρσεως ἕνεκα προσφέροιτό τις, ὡς
ὑποδέδεικται, τὸ σχιστόν. ἱστοροῦσι δέ τινες τὸ τῆς πρωτοτόκου κυνὸς γάλα ψιλοῦν τρίχας καταχρισθέν, καὶ θανασίμων φαρμάκων ἀντιφάρμακον εῖναι ποθὲν καὶ τεθνηκότων ἐμβρύων ἐκβόλιον.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.