αὐξομένης τῆς σελίνῆς ἀνατεμὼν εὑρήκεις ἐν τῇ γαστρὶ λίθους, ἐξ ὧν δύο λαβών, ἕνα ποικίλον καὶ τὸν ἕτερον καθαρόν, πρὸ τοῦ ἐπιψαῦα σαι τῆς γῆ, ἐνδήσας εἰς δέρμα δαμάλεως ἢ ἐλάφου καὶ περιάψας βραχίονι ἢ τραχήλῳ ἐτιλημπτικοὺς ὠφελήσεις. πολλάκις δὲ καὶ ταντελῶς ἀυτοκαταστήσεις. βιβρωσκόμεναι
δὲ ὥσπερ αἱ συκαλλίδες ῤξυωπίας εἰσὶ φάρμακον, καὶ ἡ ἀπ᾿ αὐτῶν δὲ τέφρα καὶ ἡ τῶν μητέρων καεισῶν ἐν χύτρᾳ μετὰ μέλιτος χρισθεῖσα ῤξυδερκίαν ποιεῖ. ἁρμόζει δὲ καὶ ἐπὶ συναγχικῶν διαχριομένη καὶ πρὸς σταφυλῆς καὶ παρισθμίων φλεγμονάς. σκελετευθεῖσαι δὲ αὗται καὶ οἱ νεοττοὶ συναγχικούς
ὠφελοῦσι πινόμεναι μεθʼ ὕδατος πλῆθος δραχμῆς μιᾶς.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.