ἐν ᾧ γεννᾶται τὸ μὲν πρὸς Συρίαν τέτραπται τὸ δὲ πρὸς Ἰνδούς. καὶ τῆς λεγομένης Συριακῆς ἐστι βελτίων ἡ πρόσφατος καὶ κούφη, πολύκομος, ξανθὴ τὴν χρόαν, εὐώδης ἄγαν καὶ μετὰ τοῦ κυπερίζειν ἐν τῇ ὀσμῇ μικρὸν ἔχουσα τὸν στάχυν, πικρὰ τὴν γεῦσιν καὶ τῆς γλώττης ἀναξηραντικὴ ἐπιμένουσά τε τῇ
εὐωδίᾳ ἐφ᾿ ἱκανόν.
καὶ περιπεπλεγμένους, βρωμώδεις κατὰ τὴν ὀσμήν. ἡ δὲ ὀρεινοτέρα εὐωδεστέρα, κολοβόσταχυς, κυπερίζουσα κατὰ τὴν εὐωδίαν ἔχουσά τε καὶ τὰ ἄλλα ἐν αὑτῇ, ὅσαπερ καὶ ἡ Συριακὴ 1 2 3 4 5 λεγομένη. καλεῖται δέ τις καὶ Σαμφαριτικὴ ἀπὸ χωρίων ὠνομασμένη, υεγαλόσταχυς, λευκοτέρα, καυλὸν ἔσθ᾿ ὅτε μέσον ἔχουσα, ὑπερτραγίζοντα τῇ ὀσμῇ, ἣν δεῖ ἀπεκλέγεσθαι.
δολίζουσι δὲ αὐτὴν ἐμφυσῶντες στίβι μεθ᾿ ὕδατος ἢ οἴνου φοινικίτου πρὸς τὸ συμπιλοῦσθαι αὐτὴν καὶ βαρυτέραν γίνεσθαι. ἐπὶ δὲ τῆς χρείας ἀφαιρεῖν δεῖ, εἰ προσείη ταῖς ῥίζαις πηλός, καὶ σήθειν χωρίζοντας τὸν κονιορτὸν εὐχρηστοῦντα εἰς χειρόνιπτρον.
δὲ ὕδατι καὶ πυριαθεῖσαι εἰς ἐγκάθισμα φλεγμονὰς μήτρας ἰῶνται· ποιοῦσι καὶ πρὸς τὰς ἐν ὀφθαλμοῖς μυδήσεις τῶν βλεφάρων, στύφουσαι καὶ δασύνουσαι τὰς βλεφαρίδας, καθύγροις τε σώμασι διάπασμα· μείγνυνται δὲ καὶ ἀντιδότοις. ἀποτίθενται δὲ εἰς τὰ ὀφθαλμικὰ ἐν ἀγγείῳ καινῷ ἀκωνήτῳ λειοτριβηθεῖσαι
σὺν οἴνῳ καὶ ἀναπλασθεῖσαι.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.