καλούμενον μετώπιον διὰ τὴν τῆς χαλβάνης μεῖξιν· τὸ γὰρ ξύλον, ἐξ οὗ γεννᾶται ἡ χαλβάνη, μέτωπον καλεῖται. διʼ ἀμυγδάλων δὲ πικρῶν καὶ ἐλαίου ὀμφακίνου καὶ καρδαμώμου καὶ σχοίνου καὶ καλάμου καὶ μέλιτος καὶ οἴνου καὶ σμύρνης καὶ βαλσάμου καρποῦ καὶ χαλβάνης καὶ ῥητίνης συντίθεται. δόκιμον
δέ ἐστι τὸ βαρύοσμον καὶ λιπαρόν, ἐμφαῖνον μᾶλλον τοῦ καρδαμώμου καὶ τῆς σμύρνης ἤπερ τῆς χαλβάνης.
τὴν δύναμιν.
ἐμφερῆ δὲ ἔχει τὴν ἐνέργειαν τῷ μετωπίῳ, ἥττονα μέντοι καὶ οὐχ οὕτως ἐπιτεταμένην.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.