ὦσι δρυπεπεῖς, ἑψομένων μεθ᾿ ὕδατος· ἐκ γὰρ τοῦ περικειμένου λέπους ἀνίησι λιπαρίαν τινά, ἣν διακόψαντες χερσὶν εἰς μύακα ἀναλαμβάνουσιν, ἔνιοι δὲ ὀμφάκινον ἔλαιον προστύψαντες κυπέρῳ καὶ σχοίνῳ καὶ καλάμῳ καὶ μετὰ ταῦτα δάφνης φύλλα περιβαλόντες συνέψουσιν, οἱ δὲ καὶ δαφνίδας, ἕως ἂν κανὸν
γένηται τῇ ὀσμῇ ἔνιοι δὲ καὶ στύρακα μίσγουσι καὶ μυρσίνην.
κόπων λυτικήν· ἁρμόζει καὶ τοῖς περὶ τὰ νεῦρα πάθεσι πᾶσι καὶ φρίκαις καὶ ὠταλγίαις καὶ κατάρροις καὶ κεφαλαλγίαις. ἔστι δὲ καὶ ναυτιῶδες ποθέν.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.