κρατῆρα πλατύστομον, τοὺς μὲν πυρούς ῥῖψον χωρίσας, τὴν 1 δὲ λιθάργυρον ἐπιχέας ὕδωρ πλῦνε βιαίως ταῖς χερσὶ προστρίβων ἅμα, εἶτα ἀνελόμενός τε αὐτὴν καὶ ξηράνας τρῖβε ἐν θυίᾳ Θηβαικῇ ἐπιχέων θερμὸν ὕδωρ, ἕως ἂν διαλυθῇ, καὶ ἀπηθήσας τὸ ὕδωρ πάλιν τρῖβε δι᾿ ὅλης τῆς ἡμέρας· εἰς ἐσπέραν δὲ ἐπιχέας
ὕδωρ θερμὸν ἔασον, καὶ πρωὶ ἀπηθήσας ἄλλο ἐπίχει καὶ ἀπήθει τῆς ἡμέρας τρίς· τοῦτο ποίει ἐπὶ ἡμέρας ἑπτά.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.