θυίᾳ δοίδυκι λιθίνῳ ἢ ταῖς χερσὶ μεθʼ ὕδατος, ὑπὸ χεῖρα ἀποχέοντες τὸ μελαινόμενον, ὅπερ ἐάσαντες ὑποστῆναι καὶ ἀποχέαντες ἀναπλάσσουσιν εὐθέως· τὸ γὰρ ἐφ᾿ ἱκανὸν τριβόμενον 1 2 3 4 γίνεται ψιμυθίῳ ὅμοιον. ἔνιοι δὲ προσεμβάλλουσι τοῖς ῥινήμασιν ὀλίγην μολύβδαιναν, φάσκοντες βελτίονα εἶναι τὸν οὕτως πλυνόμενον μόλυβδον.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.