χαλκάνθῳ κυκῶσιν αὐτόν. καταλημψόμεθα δὲ τὴν μὲν κίσηριν καὶ τὸ μάρμαρον διὰ τοῦ νοτίσαι τὸν ἀντίχειρα τῆς εὐωνύμου χειρὸς καὶ τῷ ἑτέρῳ προστρίβειν τοῦ ἰοῦ τι μέρος· συμβαίνει γὰρ τὸν μὲν διαχεῖσθαι, τὸ δὲ ἀπὸ τῆς κισήρεως καὶ μαρμάρου μένειν ἀδιάχυτον καὶ τέλος ἀπολευκαίνεσθαι τῇ ἐπὶ
πλεῖον παρατρίψει καὶ τῇ τοῦ ὑγροῦ παραπλοκῇ.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.