δίχα τοῦ θείου καὶ τῶν ἁλῶν συνθέντες ἐν χύτρᾳ καίουσιν ἐφ᾿ ἱκανὰς ἡμέρας. οἱ δὲ τῷ θείῳ μόνῳ χρῶνται, ἀπασβολοῦνται μέντοι. ἄλλοι δὲ χρίοντες τούς ἥλους σχιστῇ στυπτηρίᾳ μετὰ θείου καὶ ὄξους καίουσιν ἐν ὠμῇ χύτρᾳ. ἄλλοι δὲ ἐν χαλκῇ χύτρᾳ ὄξει καταρραίνοντες αὐτοὺς οὕτως ὀπτῶσι· μετὰ δὲ τὸ
καῆναι πάλιν τὸ αὐτὸ ποιοῦσιν ἐπὶ τρίς, ἔπειτα ἀποτίθενται. πρωτεύει δὲ ὁ ἐν Μέμφιδι καιόμενος, ἔπειτα ὁ ἐν Κύπρῳ.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.