τιθέναι πρὸς ἥλιον ἢ ἐν βαλανείῳ ἢ πρὸς πυρί, ὥστε συνιδρῶσαι, καὶ μίσγειν τῷ χοεῖ τοῦ οἴνου μνᾶν μίαν, καταστήσαντάς τε ἐᾶν δύο μῆνας, εἶτα μεταγγίζειν καὶ ἡλιάσαντας ἀποτίθεσθαι. πληροῦν δὲ δεῖ τὰ ἀγγεῖα ἐπὶ τῶν σκευαστῶν οἴνων· ἀποξύνει γάρ τὰ ἀπόκενα.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.