τῇ χρόᾳ καὶ ἐμφερὲς Συρικῷ ἢ σάνδυκι κατακορεῖ, εὐθρυβές τε ὡς ἐν ἑαυτῷ καὶ ὁμαλὸν δι᾿ ὅλης τῆς συγκρίσεως, ἔτι δὲ ὀσμὴν βρυώδη καὶ φυκίοις ἐμφερῆ ἔχον, πρὸς δὲ τούτοις πολύοζον καὶ κινναμωμίζον τῷ τύπῳ τῶν θαμνίσκων. τὸ δὲ λιθῶδες τῇ συγκρίσει καὶ τῇ χρόᾳ ψωρόν, σεσηραγγωμένον τε καὶ χαῦνον
φαῦλον οἰητέον εἶναι.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.