πυριώμενον, καὶ πρὸς τὰ τῶν θηρίων δήγματα, ὅσα τρόμους καὶ ψυγμοὺς ἐπιφέρει, μάλιστα δὲ σκορπίων καὶ φαλαγγίων καὶ ἀσπίδων· καὶ εἰ προσεμβαίνοι τις εἰς θερμὸν αὐτό, ὠφελεῖ καὶ τὰς χρονίας καχεξίας τοῦ σώματος καὶ τῶν νεύρων τὸ διʼ αὐτοῦ λουτρόν, ὑπατμιζόμενον δὲ θερμὸν ὑδρωπικοὺς
καὶ κεφαλαλγίας καὶ δυσηκοίας παραιτεῖται.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.