καὶ πρὸς κόρυζαν δὲ καὶ πρὸς κατάρρουν ποιεῖ, καὶ ἱδρῶτας στέλλει καταπασσόμενον, καὶ ποδαγρικοὺς σὺν νίτρῳ καὶ ὕδατι καταχρισθὲν ὠφελεῖ, καὶ δυσηκοίαν ὑποθυμιώμενον διὰ σίφωνος. θεραπεύει καὶ ληθαργικοὺς ὑποθυμιώμενον, αἱμορραγίας τε ἴσχει, θλάσεις τε ὤτων σὺν οἴνῳ καὶ σμύρνῃ καταχριόμενον ἰᾶται.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.